Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.390 | Joseph. BJ 2.397 (English) | >>Joseph. BJ 2.403 |
2.395τί δὴ κωλύει ταῖς ἑαυτῶν χερσὶν διαχρήσασθαι τέκνα καὶ γυναῖκας καὶ τὴν περικαλλεστάτην πατρίδα ταύτην καταφλέξαι ; μανέντες γὰρ οὕτως τό γε τῆς ἥττης ὄνειδος κερδήσετε .
-- -- ὦ φίλοι , καλόν , ἕως ἔτι ἐν ὅρμῳ τὸ σκάφος προσκέπτεσθαι τὸν μέλλοντα χειμῶνα μηδʼ εἰς μέσας τὰς θυέλλας ἀπολουμένους ἀναχθῆναι · τοῖς μὲν γὰρ ἐξ ἀδήλων ἐπιπεσοῦσιν δεινοῖς τὸ γοῦν ἐλεεῖσθαι περίεστιν , ὁ δʼ εἰς πρόδηλον ἀπώλειαν ὁρμήσας καὶ προσονειδίζεται .
2.397πλὴν εἰ μή τις ὑπολαμβάνει κατὰ συνθήκας πολεμήσειν καὶ Ῥωμαίους κρατήσαντας ὑμῶν μετριάσειν , ἀλλʼ οὐκ εἰς ὑπόδειγμα τῶν ἄλλων ἐθνῶν καταφλέξειν μὲν τὴν ἱερὰν πόλιν , ἀναιρήσειν δὲ πᾶν ὑμῶν τὸ φῦλον · οὐδὲ γὰρ περιλειφθέντες φυγῆς εὑρήσετε τόπον ἁπάντων ἐχόντων Ῥωμαίους δεσπότας ἢ δεδοικότων σχεῖν .
2.398ὁ δὲ κίνδυνος οὐ τῶν ἐνθάδε μόνον , ἀλλὰ καὶ τῶν κατὰ τὰς ἄλλας κατοικούντων πόλεις · οὐ γὰρ ἔστιν ἐπὶ τῆς οἰκουμένης δῆμος ὁ μὴ μοῖραν ἡμετέραν ἔχων .
2.399οὓς ἅπαντας πολεμησάντων ὑμῶν κατασφάξουσιν οἱ διάφοροι , καὶ διʼ ὀλίγων ἀνδρῶν κακοβουλίαν πᾶσα πλησθήσεται πόλις Ἰουδαϊκοῦ φόνου . καὶ συγγνώμη μὲν τοῖς τοῦτο πράξασιν · ἂν δὲ μὴ πραχθῇ , λογίσασθε , πῶς πρὸς οὕτω φιλανθρώπους ὅπλα κινεῖν ἀνόσιον .
2.400εἰσελθέτω δʼ οἶκτος ὑμᾶς εἰ καὶ μὴ τέκνων καὶ γυναικῶν , ἀλλὰ τῆς γε μητροπόλεως ταύτης καὶ τῶν ἱερῶν περιβόλων . φείσασθε τοῦ ἱεροῦ καὶ τὸν ναὸν ἑαυτοῖς μετὰ τῶν ἁγίων τηρήσατε · ἀφέξονται γὰρ οὐκέτι Ῥωμαῖοι τούτων κρατήσαντες , ὧν φεισάμενοι πρότερον ἠχαρίστηνται .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.390 | Joseph. BJ 2.397 (English) | >>Joseph. BJ 2.403 |